Απόφαση Συνόδου Πατριαρχών Ανατολής 1848

Σημείωση: Αν και συνειδητός άθεος, παραθέτω το παρακάτω ιστορικό κείμενο, που το είχα χρησιμοποιήσει σε μια εργασία του Εκκλησιαστικού Δικαίου, καθώς δεν το βρήκα αναρτημένο στο Δίκτυο. Το είχα γράψει με τα χεράκια μου και μάλιστα είχα αγοράσει και τον πολυτονιστή της @@@@@ προ 15ετίας για το σκοπό τούτο. Το κείμενο αυτό αναλύει από τη σκοπιά της αυτοαποκαλούμενης Ορθόδοξης Εκκλησίας τις διαφορές της με την αυτοαποκαλούμενη Καθολική.

«Πᾶσι τοῖς ἁπανταχοῦ ἐν τῷ ἁγίῳ Πνεύματι ἀγαπητοῖς καὶ περισπουδάστοις ἡμῖν ἀδελφοῖς ἁγίοις ἀρχιερεῦσι, τῷ τε περί αὐτοὺς εὐλαβεστάτῳ Κλήρῳ καὶ πᾶσι τοῖς Ὀρθοδόξοις γνησίοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, τὸν ἐν Πνεύματι ἁγίῳ ἀδελφικὸν ἀσπασμὸν καὶ πᾶν ἀγαθὸν παρὰ Θεοῦ καὶ σωτήριον.

1. Ὤφειλε μὲν τὸ τῆς ἀπολυτρώσεως ἡμῶν εὐαγγελικὸν καὶ θεῖον κήρυγμα τοιοῦτον ἀκίβλδηλον κηρύττεσθαι παρὰ πάντων καὶ τοιοῦτον ἀγνὸν πιστεύεσθαι αἰωνίως, οἷον ὁ Σωτὴρ ἡμῶν ὁ ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων, ἀπεκάλυψεν εἰς τοὺς θείους καὶ ἱεροὺς μαθητὰς αὐτοῦ, καὶ οἷον αὐτοί, μάρτυρες γενόμενοι αὐτήκοοί τε καὶ αὐτόπται, ὡς σάλπιγγες διαπρύσιοι, τορῶς ἤχησαν εἰς πᾶσαν τὴν ὑφήλιον· (ὁ γὰρ φθόγγος αὐτῶν εξῆλθεν εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ ῥήματα αὐτῶν εἰς τὰ πέρατα τῆς οἰκουμένης (Ψαλμ. 18,5)· καὶ τέλος οἷον ἀνεπηρέαστον, τὰς αὐτὰς φωνὰς ἐπαναλαμβάνοντες, οἱ τοσοῦτοι θεοφόροι Πατέρες τῆς Καθολικῆς Ἐκκλησίας, οἱ ἐκ περάτων γῆς μέχρι ἡμῶν συνοδικῶς τε καὶ ἰδίᾳ διδάσκοντες, πανδήμως παρέδωκαν. Ἀλλ’ ὁ ἀρχέκακος νοητὸς ἐχθρὸς τῆς τῶν ἀνθρώπων σωτηρίας, ὡς πάλαι ἐν τῇ Ἐδὲμ, πρόσωπον ὠφελίμου δῆθεν συμβούλου δολίως ἀναλαβών, παραβάτην τῆς θείας ῥητῆς ἐντολῆς ἐποίησε τὸν ἄνθρωπον, οὕτω καὶ ἐν αὐτῇ τῇ νοητῇ Ἐδέμ, τῇ Ἐκκλησία τοῦ Θεοῦ, πολλοὺς κατὰ καιρὸν ἀπατήσας καὶ πονηροῖς καὶ αντιθέοις λογισμοῖς ἐμβαλὼν καὶ ὀργάνοις αὐτοῖς χρώμενος, τὸ δηλητήριον τῆς αἱρέσεως εἰς τὰ διαυγῆ νάματα τῆς ὀρθοδόξου διδασκαλίας συγκιρνῶν ἐν ποτηρίοις περικεχρυσωμένοις τῇ εὐαγγελικῇ δῆθεν χριστολογίᾳ ποτίζει πολλούς τινας, ἀθώους μέν, ἀπροφυλάκτως δε βιοῦντας, καὶ «μὴ προσέχοντας περισσότερως τοῖς ἀκουσθεῖσι» (Ἑβρ. 2,1) καὶ παρὰ τῶν πατέρων αὐτῶν ἀναγγελθεῖσι (Δευτερ. 32,7), συμφώνως τῷ εὐαγγελίω καὶ ὁμοειδῶς τοῖς προτέροις ἀεὶ διδασκάλοις, μηδὲ ἡγουμένους αὐτάρκη εἰς ψυχικὴν αὐτῶν σωτηρίαν τὸν ῥητὸν καὶ γραπτὸν λόγον τοῦ Κυρίου καὶ τὸ κῦρος τῆς διηνεκοῦς Ἐκκλησίας, ἀλλὰ νεοχμὸν δυσσέβειαν καὶ καινοτομίας ὡς ἐπὶ ἱματίοις θηρεύοντας, καὶ παντοιοτρόπως τὴν εὐαγγελικὴν διδασκαλίαν κιβδηλευθεῖσαν περιπτυσσομένους. Συνέχεια

Posted in Uncategorized | 3 Σχόλια

Απόφαση Συνόδου Πατριαρχών Ανατολής 1848 (ατονικό)

Παραθέτω το κείμενο της Συνόδου των Πατριαρχών της Ανατολής του 1848 και χωρίς τονισμό για να είναι συμβατό με τις μηχανές αναζήτησης

«Πασι τοις απανταχου εν τω αγιω Πνευματι αγαπητοις και περισπουδαστοις ημιν αδελφοις αγιοις αρχιερευσι, τω τε περι αυτους ευλαβεστατω Κληρω και πασι τοις Ορθοδοξοις γνησιοις τεκνοις της μιας, αγιας, καθολικης και αποστολικης εκκλησιας, τον εν Πνευματι αγιω αδελφικον ασπασμον και παν αγαθον παρα Θεου και σωτηριον.

1. Ωφειλε μεν το της απολυτρωσεως ημων ευαγγελικον και θειον κηρυγμα τοιουτον ακιβλδηλον κηρυττεσθαι παρα παντων και τοιουτον αγνον πιστευεσθαι αιωνιως, οιον ο Σωτηρ ημων ο εκ των πατρικων και θεϊκων κολπων, απεκαλυψεν εις τους θειους και ιερους μαθητας αυτου, και οιον αυτοι, μαρτυρες γενομενοι αυτηκοοι τε και αυτοπται, ως σαλπιγγες διαπρυσιοι, τορως ηχησαν εις πασαν την υφηλιον· (ο γαρ φθογγος αυτων εξηλθεν εις πασαν την γην, και τα ρηματα αυτων εις τα περατα της οικουμενης (Ψαλμ. 18,5)· και τελος οιον ανεπηρεαστον, τας αυτας φωνας επαναλαμβανοντες, οι τοσουτοι θεοφοροι Πατερες της Καθολικης Εκκλησιας, οι εκ περατων γης μεχρι ημων συνοδικως τε και ιδιa διδασκοντες, πανδημως παρεδωκαν. Αλλ’ ο αρχεκακος νοητος εχθρος της των ανθρωπων σωτηριας, ως παλαι εν τη Εδεμ, προσωπον ωφελιμου δηθεν συμβουλου δολιως αναλαβων, παραβατην της θειας ρητης εντολης εποιησε τον ανθρωπον, ουτω και εν αυτη τη νοητη Εδεμ, τη Εκκλησια του Θεου, πολλους κατα καιρον απατησας και πονηροις και αντιθεοις λογισμοις εμβαλων και οργανοις αυτοις χρωμενος, το δηλητηριον της αιρεσεως εις τα διαυγη ναματα της ορθοδοξου διδασκαλιας συγκιρνων εν ποτηριοις περικεχρυσωμενοις τη ευαγγελικη δηθεν χριστολογιa ποτιζει πολλους τινας, αθωους μεν, απροφυλακτως δε βιουντας, και «μη προσεχοντας περισσοτερως τοις ακουσθεισι» (Εβρ. 2,1) και παρα των πατερων αυτων αναγγελθεισι (Δευτερ. 32,7), συμφωνως τω ευαγγελιω και ομοειδως τοις προτεροις αει διδασκαλοις, μηδε ηγουμενους αυταρκη εις ψυχικην αυτων σωτηριαν τον ρητον και γραπτον λογον του Κυριου και το κυρος της διηνεκους Εκκλησιας, αλλα νεοχμον δυσσεβειαν και καινοτομιας ως επι ιματιοις θηρευοντας, και παντοιοτροπως την ευαγγελικην διδασκαλιαν κιβδηλευθεισαν περιπτυσσομενους. Συνέχεια

Posted in Uncategorized | 1 σχόλιο